Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.καὶ εἶπεν ὁ Θεὸς· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς.καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς τὸ φῶς ἀπὸ τοῦ σκότους.καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσεν νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα μία.καὶ εἶπεν ὁ Θεὸς· γενηθήτω στερεώμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ διαχωρίσας ὕδατα ἀπὸ ὕδατος.καὶ ἐποί...